Σήμερον ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτῳ, καὶ σταυρῷ παραδίδοται ὁ Κτίστης τῶν ἁπάντων, ὡς ἀμνὸς προσαγόμενος τῇ ἰδίᾳ βουλήσει, τοῖς ἣλοις προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, καὶ τῷ σπόγγῳ προσψαύεται, ὁ μάννα ἐπομβρήσας, τὰς σιαγόνας ῥαπίζεται, ὁ Λυτρωτὴς τοῦ Κόσμου, καὶ ὑπὸ τῶν ἰδίων δούλων ἐμπαίζεται, ὁ Πλάστης τῶν ἁπάντων. Ὢ Δεσπότου φιλανθρωπίας! ὑπὲρ τῶν σταυρούντων παρεκάλει τὸν ἴδιον Πατέρα, λέγων. Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ, γὰρ οἴδασιν οἱ ἄνομοι, τὶ ἀδίκως πράττουσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου